Ψαλμός 123:2
εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼ ἡμᾶς,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
1Ὠδὴ τῶν ἀναβαθμῶν. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ,
3ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς· ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφʼ ἡμᾶς,
Cross References
Genesis 32:26Εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν· καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετʼ αὐτοῦ.
Joshua 9:23Καὶ νῦν ἐπικατάρατοί ἐστε· οὐ μὴ ἐκλείπῃ ἐξ ὑμῶν δοῦλος, οὐδὲ ξυλοκόπος, οὐδὲ ὑδροφόρος ἐμοὶ καὶ τῷ Θεῷ μου.
Joshua 10:6Καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα, λέγοντες, μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς, τοτάχος, και βοήθησον ἡμῖν, καὶ ἐξελοῦ ἡμᾶς· ὅτι συνηγμένοι εἰσὶν ἐφʼ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων, οἱ κατοικοῦντες τὴν ὀρεινὴν.
2 Chronicles 20:12Κύριε ὁ Θεὸς ἡμῶν, οὐ κρινεῖς ἐν αὐτοῖς; ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφʼ ἡμᾶς, καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς, ἀλλʼ ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν.
Psalms 40:1Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.