The Bible Software
Γένεσις · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Γένεσις 11

1ΚΑΙ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι.

2καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ.

3καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον αὐτοῦ· δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός.

4καὶ εἶπαν· δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς.

5καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων.

6καὶ εἶπε Κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ᾿ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν.

7δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον.

8καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον.

9διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

10Καὶ αὗται αἱ γενέσεις Σήμ. καί ἦν Σὴμ υἱὸς ἑκατὸν ἐτῶν, ὅτε ἐγέννησε τὸν Ἀρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν.

11καὶ ἔζησε Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ ἔτη πεντακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

12Καὶ ἔζησεν Ἀρφαξὰδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησε τὸν Καϊνᾶν.

13καὶ ἔζησεν Ἀρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη τετρακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνᾶν ἑκατὸν καὶ τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Σαλά. καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τόν Σαλὰ ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

14Καὶ ἔζησε Σαλὰ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν ¨Εβερ.

15καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ¨Εβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

16Καὶ ἔζησεν ¨Εβερ ἑκατὸν τριάκοντα τέσσαρα ετη καὶ ἐγέννησε τὸν Φαλέγ.

17καί ἔζησεν ¨Εβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲγ ἔτη διακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

18Καὶ ἔζησε Φαλὲγ τριάκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Ραγαῦ.

19καὶ ἔζησε Φαλὲγ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ραγαῦ ἐννέα καὶ διακόσια ἔτη καὶ ἐγέννησεν υἱούς καὶ θυγατέρας καὶ ἀπέθανε.

20Καὶ ἔζησε Ραγαῦ ἑκατὸν τριάκοντα καὶ δύο ἔτη καὶ ἐγέννησε τὸν Σερούχ.

21καὶ ἔζησε Ραγαῦ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

22καὶ ἔζησε Σεροὺχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Ναχώρ.

23Καὶ ἔζησε Σερούχ, μετὰ τό γεννῆσαι αὐτὸν τὸν Ναχώρ, ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

24Καὶ ἔζησε Ναχὼρ ἔτη ἑκατὸν ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησε τὸν Θάρα.

25καὶ ἔζησε Ναχώρ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάρα, ἔτη ἑκατὸν εἰκοσιπέντε καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

26Καὶ ἔζησε Θάρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησε τὸν ¨Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀρράν.

27Αὗται αἱ γενέσεις Θάρα· Θάρα ἐγέννησε τὸν ¨Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀρράν, καὶ Ἀρρὰν ἐγέννησε τὸν Λώτ.

28καὶ ἀπέθανεν Ἀρρὰν ἐνώπιον Θάρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ, ᾗ ἐγεννήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων.

29καὶ ἔλαβον ¨Αβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ ¨Αβραμ Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ Μελχά, θυγάτηρ Ἀρρὰν καὶ πατὴρ Μελχὰ καὶ πατὴρ Ἰεσχά.

30καὶ ἦν Σάρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει.

31καὶ ἔλαβε Θάρα τὸν ¨Αβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν Ἀρράν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα ¨Αβραμ τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευθῆναι εἰς γῆν Χαναὰν καὶ ἦλθον ἕως Χαρρὰν καὶ κατῴκησεν ἐκεῖ.

32καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάρα ἐν γῇ Χαρρὰν διακόσια πέντε ἔτη, καὶ ἀπέθανε Θάρα ἐν Χαρράν.

← Γένεσις 10Read In The App, Free →Γένεσις 12 →

Study Γένεσις 11

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950