The Bible Software
Γένεσις · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Γένεσις 36

1ΑΥΤΑΙ δὲ αἱ γενέσεις Ἡσαῦ (αὐτός ἐστιν Ἐδώμ)·

2Ἡσαῦ δὲ ἔλαβε τὰς γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, τὴν Ἀδὰ θυγατέρα Αἰλὼμ τοῦ Χετταίου καὶ τοῦ Ὀλιβεμὰ θυγατέρα Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὐαίου

3καὶ τὴν Βασεμὰθ θυγατέρα Ἰσμαὴλ ἀδελφὴν Ναβεώθ.

4ἔτεκε δὲ αὐτῷ Ἀδὰ τὸν Ἑλιφάς, καὶ Βασεμὰθ ἔτεκε τὸν Ραγουήλ,

5καὶ Ὀλιβεμὰ ἔτεκε τὸν Ἰεοὺς καὶ τὸν Ἰεγλὸμ καὶ τὸν Κορέ· οὗτοι υἱοὶ Ἡσαῦ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χαναάν.

6ἔλαβε δὲ Ἡσαῦ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ πάντα ὅσα περιεποιήσατο ἐν γῇ Χαναάν, καὶ ἐπορεύθη Ἡσαῦ ἐκ τῆς γῆς Χαναὰν ἀπό προσώπου Ἰακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ.

7ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἠδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν.

8κατῴκησε δὲ Ἡσαῦ ἐν τῷ ὄρει Σηεὶρ ( Ἡσαῦ αὐτός ἐστιν Ἐδώμ).

9Αὗται δὲ αἱ γενέσεις Ἡσαῦ πατρὸς Ἐδὼμ ἐν τῷ ὄρει Σηείρ,

10καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἡσαῦ· Ἑλιφὰς υἱὸς Ἀδᾶς γυναικὸς Ἡσαῦ καὶ Ραγουὴλ υἱὸς Βασεμὰθ γυναικὸς Ἡσαῦ.

11ἐγένοντο δὲ Ἑλιφὰς υἱοί· Θαιμάν, Ὡμάρ, Σωφάρ, Γοθὼμ καὶ Κενέζ·

12Θαμνὰ δὲ ἦν παλλακὴ Ἑλιφὰς τοῦ υἱοῦ Ἡσαῦ καὶ ἔτεκε τῷ Ἑλιφὰς τὸν Ἀμαλήκ· οὗτοι υἱοὶ Ἀδᾶς γυναικὸς Ἡσαῦ.

13οὗτοι δὲ υἱοὶ Ραγουήλ· Ναχόθ, Ζαρέ, Σομέ, καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ.

14οὗτοι δὲ υἱοὶ Ὀλιβεμᾶς θυγατρὸς Ἀνὰ τοῦ υἱοῦ Σεβεγών, γυναικὸς Ἡσαῦ· ἔτεκε δὲ τῷ Ἡσαῦ τὸν Ἰεοὺς καὶ τὸν Ἰεγλὸμ καὶ τὸν Κορέ.

15οὗτοι ἡγεμόνες υἱοὶ Ἡσαῦ· υἱοὶ Ἑλιφὰς πρωτοτόκου Ἡσαῦ· ἡγεμὼν Θαιμάν, ἡγεμὼν Ὡμάρ, ἡγεμὼν Σωφάρ, ἡγεμὼν Κενέζ,

16ἡγεμὼν Κορέ, ἡγεμὼν Γοθώμ, ἡγεμὼν Ἀμαλήκ· οὗτοι ἡγεμόνες Ἑλιφὰς ἐν γῇ Ἰδουμαίᾳ· οὗτοι υἱοὶ Ἀδᾶς.

17καὶ οὗτοι υἱοὶ Ραγουὴλ υἱοῦ Ἡσαῦ· ἡγεμὼν Ναχώθ, ἡγεμὼν Ζαρέ, ἡγεμὼν Σομέ, ἡγεμὼν Μοζέ· οὗτοι ἡγεμόνες Ραγουὴλ ἐν γῇ Ἐδώμ· οὗτοι υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ.

18οὗτοι δὲ υἱοὶ Ὀλιβεμᾶς γυναικὸς Ἡσαῦ· ἡγεμὼν Ἰεούλ, ἡγεμὼν Ἰεγλόμ, ἡγεμὼν Κορέ· οὗτοι ἡγεμόνες Ὀλιβεμᾶς θυγατρὸς Ἀνὰ γυναικὸς Ἡσαῦ.

19οὗτοι υἱοὶ Ἡσαῦ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. οὗτοί εἰσιν υἱοὶ Ἐδώμ.

20Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωτά, Σωβάλ, Σεβεγών, Ἀνὰ

21καὶ Δησὼν καὶ Ἀσὰρ καὶ Ρισών· οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ Ἐδώμ.

22ἐγένοντο δὲ υἱοὶ Λωτάν· Χορρὶ καὶ Αἰμάν· ἀδελφὴ δὲ Λωτὰν Θαμνά.

23οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὰμ καὶ Μαναχὰθ καὶ Γαιβὴλ καὶ Σωφὰρ καὶ Ὡμάρ.

24καὶ οὗτοι υἱοὶ Σεβεγών· Ἀϊέ καὶ Ἀνά· οὗτός ἐστιν Ἀνά, ὃς εὗρε τὸν Ἰαμεὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμε τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ.

25οὗτοι δὲ υἱοὶ Ἀνά· Δησὼν καὶ Ὀλιβεμὰ θυγάτηρ Ἀνά.

26οὗτοι δὲ υἱοὶ Δησών· Ἀμαδὰ καὶ Ἀσβὰν καὶ Ἰθρὰν καὶ Χαρράν.

27οὗτοι δὲ υἱοὶ Ἀσάρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ Ἰουκάμ.

28οὗτοι δὲ υἱοὶ Ρισών· Ὧς καὶ Ἀράν.

29οὗτοι δὲ ἡγεμόνες Χορρί· ἡγεμὼν Λωτάν, ἡγεμὼν Σωβάλ, ἡγεμὼν Σεβεγών, ἡγεμὼν Ἀνά,

30ἡγεμὼν Δησών, ἡγεμὼν Ἀσάρ, ἡγεμὼν Ρισών. οὗτοι ἡγεμόνες Χορρὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Ἐδώμ.

31Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδὼμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ἰσραήλ.

32καὶ ἐβασίλευσεν ἐν Ἐδὼμ Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά.

33ἀπέθανε δὲ Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας.

34ἀπέθανε δὲ Ἰωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἀσὼμ ἐκ τῆς γῆς Θαιμανών.

35ἀπέθανε δὲ Ἀσώμ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἀδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθαίμ.

36ἀπέθανε δὲ Ἀδάδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαμαδὰ ἐκ Μασεκκᾶς.

37ἀπέθανε δὲ Σαμαδά, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαοὺλ ἐκ Ροωβὼθ τῆς παρὰ ποταμόν.

38ἀπέθανε δὲ Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννὼν υἱὸς Ἀχοβώρ.

39ἀπέθανε δὲ Βαλαεννὼν υἱὸς Ἀχοβώρ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἀρὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεήλ, θυγάτηρ Ματραΐθ, υἱοῦ Μαιζοώβ.

40Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ἡσαῦ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλά, ἡγεμὼν Ἰεθέρ,

41ἡγεμὼν Ὀλιβεμάς, ἡγεμὼν Ἡλάς, ἡγεμὼν Φινών,

42ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ,

43ἡγεμὼν Μαγεδιήλ, ἡγεμὼν Ζαφωίν. οὗτοι ἡγεμόνες Ἐδὼμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. οὗτος Ἡσαῦ πατὴρ Ἐδώμ.

← Γένεσις 35Read In The App, Free →Γένεσις 37 →

Study Γένεσις 36

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950