The Bible Software
Isaiah · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Isaiah 46

1ΕΠΕΣΕ Βήλ, συνετρίβη Δαγών, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι

2καὶ πεινῶντι, ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν.

3Ἀκούετέ μου, οἶκος τοῦ Ἰακὼβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου

4ἕως γήρους· ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι· ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήψομαι καὶ σώσω ὑμᾶς.

5τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι.

6οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγῷ, στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς.

7αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηθῇ· καὶ ὡς ἐὰν βοήσῃ πρὸς αὐτόν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώση αὐτόν.

8μνήσθητε ταῦτα καὶ στενάξατε, μετανοήσατε οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ,

9καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ

10ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη. καὶ εἶπα· πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα, ὅσα βεβούλευμαι, ποιήσω·

11καλῶν ἀπὸ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωθεν περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα, ἤγαγον αὐτὸν καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ.

12ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης.

13ἤγγισα τὴν δικαιοσύνην μου καὶ τὴν σωτηρίαν τὴν παρ᾿ ἐμοῦ οὐ βραδυνῶ· δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα.

← Isaiah 45Read In The App, Free →Isaiah 47 →

Study Isaiah 46

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566