The Bible Software
Παροιμίαι · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Παροιμίαι 6

1ΥΙΕ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ·

2παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος.

3ποίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σώζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον. ἴσθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου, ὃν ἐνεγγυήσω.

4μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις,

5ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.

6Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος·

7ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὤν,

8ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. 8·1 ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶ τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται· 8·2 ἦς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ποθεινὴ δέ ἐστι πᾶσι καὶ ἐπίδοξος· 8·3 καί περ οὖσα τῇ ρώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη.

9ἕως τίνος, ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ;

10ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη·

11εἶτ᾿ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. 11α ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.

12Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς·

13ὁ δ᾿ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ ἐννεύμασι δακτύλων.

14διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακά, ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει.

15διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος·

16ὅτι χαίρει πᾶσιν, οἷς μισεῖ ὁ Θεός, συντρίβεται δὲ δι᾿ ἀκαθαρσίαν ψυχῆς.

17ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δικαίου

18καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν.

19ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν.

20Υἱέ, φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·

21ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διαπαντὸς καὶ ἐγκλοίωσαι περὶ σῷ τραχήλῳ.

22ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω· ὡς δ᾿ ἂν καθεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι.

23ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία

24τοῦ διαφυλάσσειν σὲ ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.

25μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων·

26τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.

27ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;

28ἢ περιπατήσει τις ἐπ᾿ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει;

29οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.

30οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων, κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·

31ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ρύσεται ἑαυτόν.

32ὁ δὲ μοιχὸς δι᾿ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται,

33ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει, τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.

34μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως,

35οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.

← Παροιμίαι 5Read In The App, Free →Παροιμίαι 7 →

Study Παροιμίαι 6

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

12345678910111213141516171819202122232425262728293031