The Bible Software
Παροιμίαι · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Παροιμίαι 8

1ΣΥ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ·

2ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε·

3παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται.

4Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων·

5νοήσατε, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν.

6εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά·

7ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ.

8μετὰ δικαιοσύνης πάντα τὰ ρήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες·

9πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.

10λάβετε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον·

11κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.

12ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην.

13φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν.

14ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς·

15δι᾿ ἐμοῦ βασιλεῖς βασιλεύουσι καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην·

16δι᾿ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι᾿ ἐμοῦ κρατοῦσι γῆς.

17ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.

18πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.

19βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γεννήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.

20ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον τρίβων δικαιοσύνης ἀναστρέφομαι,

21ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾿ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.

22Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,

23πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι

24καὶ πρὸ τοῦ τὰς ἀβύσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων,

25πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.

26Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ᾿ οὐρανόν.

27ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ᾿ ἀνέμων·

28ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ᾿ οὐρανὸν

29καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς,

30ἤμην παρ᾿ αὐτῷ ἁρμόζουσα. ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ᾿ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ,

31ὅτε ἐνευφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ ἐνευφραίνετο ἐν υἱοῖς ἀνθρώπων.

32νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ μακάριοι, οἳ ὁδούς μου φυλάσσοντες,

33ἀκούσατε παιδείαν καὶ σοφίσθητε καὶ μὴ ἀποφραγῆτε.

34μακάριος ἀνήρ, ὃς εἰσακούεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει ἀγρυπνῶν ἐπ᾿ ἐμαῖς θύραις καθ᾿ ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων·

35αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.

36οἱ δὲ ἁμαρτάνοντες εἰς ἐμὲ ἀσεβοῦσιν εἰς τὰ ἑαυτῶν ψυχάς, καὶ οἱ μισοῦντές με ἀγαπῶσι θάνατον.

← Παροιμίαι 7Read In The App, Free →Παροιμίαι 9 →

Study Παροιμίαι 8

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

12345678910111213141516171819202122232425262728293031