The Bible Software
Zechariah · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Zechariah 4

1ΚΑΙ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέ με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ

2καὶ εἶπε πρός με· τί σὺ βλέπεις; καὶ εἶπα· ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς·

3καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων.

4καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων· τί ἐστι ταῦτα, κύριε;

5καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε πρός με λέγων· οὐ γινώσκεις τί ἐστι ταῦτα; καὶ εἶπα· οὐχί, κύριε.

6καὶ ἀπεκρίθη καὶ εἶπε πρός με λέγων· οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγων· οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ᾿ ἢ ἐν πνεύματί μου, λέγει Κύριος παντοκράτωρ.

7τίς εἶ σύ, τό ὄρος τὸ μέγα, τὸ πρὸ προσώπου Ζαροβάβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς.

8καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

9αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ, διότι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε.

10διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.

11καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν· τί αἱ δύο ἐλαῖαι αὗται, αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων;

12καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν· τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς;

13καὶ εἶπε πρός με· οὐκ οἶδας τί ἐστι ταῦτα; καὶ εἶπα οὐχί, κύριε.

14καὶ εἶπεν· οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι Κυρίῳ πάσης τῆς γῆς.

← Zechariah 3Read In The App, Free →Zechariah 5 →

Study Zechariah 4

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

1234567891011121314