Matthew 17:18
Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον, καὶ ⸂ἐθεραπεύθη⸃ ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
Η Καινή Διαθήκη
In The King James Version
In Context
19Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
Cross References
Matthew 12:22Τότε ⸂προσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός·⸃ καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν ⸋τυφλὸν καὶ⸌ κωφὸν ⸋ 2καὶ⸌ λαλεῖν καὶ βλέπειν.
Mark 1:34Καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν. ⸆
Mark 9:25Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ⸆ ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, ⸂Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν,⸃ ἐγώ ⸉σοι ἐπιτάσσω,⸊ ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
Luke 4:41Ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, ⸂κράζοντα⸃ καὶ λέγοντα ὅτι Σὺ εἶ ⸂ 2ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.⸃ Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.
Luke 9:42Ἔτι δὲ προσερχομένου αὐτοῦ, ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα, καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
Acts 16:18Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ ⸋ὁ⸌ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπεν, Παραγγέλλω σοι ἐν ⸋ 2τῷ⸌ ὀνόματι Ἰησοῦ χριστοῦ, ἐξελθεῖν ἀπ᾽ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.