The Bible Software
2 Chronicles · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

2 Chronicles 12

1ΚΑΙ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ροβοὰμ καὶ ὡς κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς Κυρίου καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ.

2καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ πέμπτῳ τῆς βασιλείας Ροβοὰμ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλήμ, ὅτι ἥμαρτον ἐναντίον Κυρίου,

3ἐν χιλίοις καὶ διακοσίοις ἅρμασι καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετ' αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγοδύται καὶ Αἰθίοπες.

4καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν, αἳ ἦσαν ἐν Ἰούδᾳ, καὶ ἦλθον εἰς Ἱερουσαλήμ.

5καὶ Σαμαίας ὁ προφήτης ἦλθε πρὸς Ροβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα τοὺς συναχθέντας εἰς Ἱερουσαλὴμ ἀπὸ προσώπου Σουσακὶμ καὶ εἶπεν αὐτοῖς· οὕτως εἶπε Κύριος· ὑμεῖς ἐγκατελίπετέ με, καὶ ἐγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακίμ.

6καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες Ἰσραὴλ καὶ ὁ βασιλεὺς καὶ εἶπαν· δίκαιος ὁ Κύριος.

7καὶ ἐν τῷ ἰδεῖν Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν λέγων· ἐνετράπησαν, οὐ καταφθερῶ αὐτούς· καὶ δώσω αὐτοὺς ὡς μικρὸς εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ἱερουσαλήμ,

8ὅτι ἔσονται εἰς παῖδας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.

9καὶ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβε· καὶ ἔλαβε τοὺς θυρεοὺς τοὺς χρυσοῦς, οὓς ἐποίησε Σαλωμών,

10καὶ ἐποίησεν ὁ βασιλεὺς Ροβοὰμ θυρεοὺς χαλκοῦς ἀντ' αὐτῶν. καὶ κατέστησεν ἐπ' αὐτὸν Σουσακὶμ ἄρχοντας παρατρεχόντων, τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως.

11καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον Κυρίου. εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων.

12καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπ' αὐτοῦ ὀργὴ Κυρίου καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος· καὶ γὰρ ἐν Ἰούδᾳ ἦσαν λόγοι ἀγαθοί.

13Καὶ κατίσχυσεν ὁ βασιλεὺς Ροβοὰμ ἐν Ἱερουσαλὴμ καὶ ἐβασίλευσε. καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ροβοὰμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, ἐν τῇ πόλει, ᾗ ἐξελέξατο Κύριος ἐπονομάσαι τό ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραήλ· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ Ἀμανῖτις.

14καὶ ἐποίησε τὸ πονηρόν, ὅτι οὐ κατεύθυνε τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον.

15καὶ λόγοι Ροβοὰμ οἱ πρῶτοι καὶ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαία τοῦ προφήτου καὶ Ἀδδὼ τοῦ ὁρῶντος καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμησε Ροβοὰμ τὸν Ἱεροβοὰμ πάσας τὰς ἡμέρας.

16καὶ ἀπέθανε Ροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἀβιὰ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

← 2 Chronicles 11Read In The App, Free →2 Chronicles 13 →

Study 2 Chronicles 12

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789101112131415161718192021222324252627282930313233343536