The Bible Software
Παραλειπομένων · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Παραλειπομένων 1

1ΚΑΙ ἐνίσχυσε Σαλωμὼν υἱὸς Δαυὶδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς αὐτοῦ μετ' αὐτοῦ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος.

2καὶ εἶπε Σαλωμὼν πρὸς πάντα Ἰσραήλ, τοῖς χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις καὶ τοῖς κριταῖς καὶ πᾶσι τοῖς ἄρχουσιν ἐναντίον Ἰσραὴλ τοῖς ἄρχουσι τῶν πατριῶν.

3καὶ ἐπορεύθη Σαλωμὼν καὶ πᾶσα ἡ ἐκκλησία εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαών, οὗ ἐκεῖ ἦν ἡ σκηνὴ τοῦ μαρτυρίου τοῦ Θεοῦ, ἣν ἐποίησε Μωυσῆς παῖς Κυρίου ἐν τῇ ἐρήμῳ·

4ἀλλὰ κιβωτὸν τοῦ Θεοῦ ἀνήνεγκε Δαυὶδ ἐκ πόλεως Καριαθιαρίμ, ὅτι ἡτοίμασεν αὐτῇ Δαυίδ, ὅτι ἔπηξεν αὐτῇ σκηνὴν ἐν Ἱερουσαλήμ.

5καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν, ὃ ἐποίησε Βεσελεὴλ υἱὸς Οὐρίου, υἱοῦ Ὤρ, ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς Κυρίου, καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμὼν καὶ ἡ ἐκκλησία,

6καὶ ἤνεγκε Σαλωμὼν ἐκεῖ ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον Κυρίου τὸ ἐν τῇ σκηνῇ καὶ ἤνεγκεν ἐπ' αὐτῷ ὁλοκαύτωσιν χιλίαν.

7ἐν τῇ νυκτὶ ἐκείνῃ ὤφθη Θεὸς τῷ Σαλωμὼν καὶ εἶπεν αὐτῷ· αἴτησαι τί σοι δῶ.

8καὶ εἶπε Σαλωμὼν πρὸς τὸν Θεόν· σὺ ἐποίησας μετὰ Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα καί ἐβασίλευσάς με ἀντ' αὐτοῦ·

9καὶ νῦν, Κύριε ὁ Θεός, πιστωθήτω δὴ τὸ ὄνομά σου ἐπὶ Δαυὶδ τὸν πατέρα μου, ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολύν, ὡς ὁ χοῦς τῆς γῆς·

10νῦν σοφίαν καὶ σύνεσιν δός μοι, καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι, ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον;

11καὶ εἶπεν ὁ Θεὸς πρὸς Σαλωμών· ἀνθ' ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω, καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν, ὅπως κρίνῃς τὸν λαόν μου, ἐφ' ὃν ἐβασίλευσά σε ἐπ' αὐτόν,

12τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι, ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως.

13καὶ ἦλθε Σαλωμὼν ἐκ βαμὰ τῆς ἐν Γαβαὼν εἰς Ἱερουσαλὴμ πρὸ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐβασίλευσεν ἐπὶ Ἰσραήλ.

14Καὶ συνήγαγε Σαλωμὼν ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσι τῶν ἁρμάτων, καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ.

15καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ ἀργύριον καὶ τὸ χρυσίον ἐν Ἱερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἐν τῇ Ἰουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.

16καὶ ἡ ἔξοδος τῶν ἵππων Σαλωμὼν ἐξ Αἰγύπτου, καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως· ἐμπορεύεσθαι ἠγόραζον.

17καὶ ἀνέβαινον καὶ ἐξῆγον ἐξ Αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου καὶ ἵππον πεντήκοντα καὶ ἑκατὸν ἀργυρίου· καὶ οὕτω πᾶσι τοῖς βασιλεῦσι τῶν Χετταίων καὶ τοῖς βασιλεῦσι Συρίας ἐν χερσὶν αὐτῶν ἔφερον.

← 2 Παραλειπομένων 29Read In The App, Free →Παραλειπομένων 2 →

Study Παραλειπομένων 1

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789101112131415161718192021222324252627282930313233343536