The Bible Software
Παραλειπομένων · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Παραλειπομένων 22

1ΚΑΙ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ τὸν Ὀχοζίαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ' αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ ἐπελθὸν ἐπ' αὐτοὺς λῃστήριον, οἱ Ἄραβες καὶ οἱ Ἀλιμοζονεῖς· καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωρὰμ βασιλέως Ἰούδα.

2ὢν ἐτῶν εἴκοσιν Ὀχοζίας ἐβασίλευσε καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρί.

3καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαάβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν·

4καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου ὡς οἶκος Ἀχαάβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ σύμβουλοι μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, τοῦ ἐξολοθρεῦσαι αὐτόν,

5καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ εἰς πόλεμον ἐπὶ Ἀζαὴλ βασιλέα Συρίας εἰς Ραμὼθ Γαλαάδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ἰωράμ.

6καὶ ἐπέστρεψεν Ἰωρὰμ τοῦ ἰατρευθῆναι εἰς Ἰεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ραμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Ἀζαὴλ βασιλέα Συρίας· καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ βασιλεὺς Ἰούδα κατέβη θεάσασθαι τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ εἰς Ἰεζράελ, ὅτι ἠρρώστει.

7καὶ παρὰ τοῦ Θεοῦ ἐγένετο καταστροφὴ Ὀχοζίᾳ ἐλθεῖν πρὸς Ἰωράμ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθε μετ' αὐτοῦ Ἰωρὰμ πρὸς Ἰοὺ υἱὸν Ναμεσσεΐ χριστὸν Κυρίου εἰς τὸν οἶκον Ἀχαάβ.

8καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰοὺ τὸν οἶκον Ἀχαάβ, καὶ εὗρε τοὺς ἄρχοντας Ἰούδα καὶ τοὺς ἀδελφοὺς Ὀχοζίου λειτουργοῦντας τῷ Ὀχοζίᾳ καὶ ἀπέκτεινεν αὐτούς.

9καὶ εἶπε τοῦ ζητῆσαι τὸν Ὀχοζίαν, καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ἰού, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν· υἱὸς Ἰωσαφάτ ἐστιν, ὃς ἐζήτησε τὸν Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ. καὶ οὐκ ἦν ἐν οἴκῳ Ὀχοζίᾳ κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.

10Καὶ Γοθολία ἡ μήτηρ Ὀχοζίου εἶδεν ὅτι τέθνηκεν ὁ υἱὸς αὐτῆς καὶ ἠγέρθη καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ἰούδα.

11καὶ ἔλαβεν Ἰωσαβὲθ θυγάτηρ τοῦ βασιλέως τὸν Ἰωὰς υἱὸν Ὀχοζίου καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμιεῖον τῶν κλινῶν· καὶ ἔκρυψεν αὐτὸν Ἰωσαβὲθ θυγάτηρ τοῦ βασιλέως Ἰωράμ, ἀδελφὴ Ὀχοζίου, γυνὴ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου τῆς Γοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν.

12καὶ ἦν μετ' αὐτοῦ ἐν οἴκῳ τοῦ Θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν ἐπὶ τῆς γῆς.

← Παραλειπομένων 21Read In The App, Free →Παραλειπομένων 23 →

Study Παραλειπομένων 22

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789101112131415161718192021222324252627282930313233343536