The Bible Software
Hosea · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Hosea 4

1ΑΚΟΥΣΑΤΕ λόγον Κυρίου, υἱοὶ Ἰσραήλ, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς.

2ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἀφ᾿ αἵμασι μίσγουσι.

3διὰ τοῦτο πενθήσει ἡ γῆ καὶ σμικρυνθήσεται σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτήν, σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν,

4ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχῃ μηδείς· ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς.

5καὶ ἀσθενήσεις ἡμέρας, καὶ ἀσθενήσει ὁ προφήτης μετὰ σοῦ· νυκτὶ ὡμοίωσα τὴν μητέρα σου.

6ὡμοιώθη ὁ λαός μου ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμον Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου.

7κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι.

8ἁμαρτίας λαοῦ μου φάγονται καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν.

9καὶ ἔσται καθὼς ὁ λαὸς οὕτως καὶ ὁ ἱερεύς· καὶ ἐκδικήσω ἐπ᾿ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ.

10καὶ φάγονται καὶ οὐ μὴ ἐμπλησθῶσιν, ἐπόρνευσαν καὶ οὐ μὴ κατευθύνωσι, διότι τὸν Κύριον ἐγκατέλιπον τοῦ φυλάξαι.

11Πορνείαν καὶ οἶνον καὶ μέθυσμα ἐδέξατο καρδία λαοῦ μου.

12ἐν συμβόλοις ἐπηρώτων, καὶ ἐν ράβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ· πνεύματι πορνείας ἐπλανήθησαν καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ Θεοῦ αὐτῶν.

13ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον, ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη. διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμῶν, καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσι·

14καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν, ὅταν πορνεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύσωσιν· ὅτι αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο καὶ μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης.

15Σὺ δέ, Ἰσραήλ, μὴ ἀγνόει, καὶ Ἰούδα, μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα καὶ μὴ ἀναβαίνετε εἰς τὸν Οἶκον Ὦν καὶ μὴ ὀμνύετε ζῶντα Κύριον.

16διότι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ· νῦν νεμήσει αὐτοὺς Κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ.

17μέτοχος εἰδώλων Ἐφραὶμ ἔθηκεν ἑαυτῷ σκάνδαλα,

18ἡρέτισε Χαναναίους· πορνεύοντες ἐξεπόρνευσαν, ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτῶν.

19συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς, καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν.

← Hosea 3Read In The App, Free →Hosea 5 →

Study Hosea 4

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

1234567891011121314