The Bible Software
Leviticus · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Leviticus 10

1Καὶ λαβόντες οἱ δύο υἱοὶ Ἀαρὼν Ναδὰβ καὶ Ἀβιοὺδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ᾿ αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ᾿ αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι Κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξε Κύριος αὐτοῖς.

2καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου καὶ κατέφαγεν αὐτούς, καὶ ἀπέθανον ἔναντι Κυρίου.

3καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών· τοῦτό ἐστιν, ὃ εἶπε Κύριος λέγων· ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι. καὶ κατενύχθη Ἀαρών.

4καὶ ἐκάλεσε Μωυσῆς τὸν Μισαδάη καὶ τὸν Ἐλισαφάν, υἱοὺς Ὀζιήλ, υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς Ἀαρών, καὶ εἶπεν αὐτοῖς· προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς.

5καὶ προσῆλθον καὶ ᾖραν αὐτοὺς ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον εἶπε Μωυσῆς.

6καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους· τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε, ἵνα μὴ ἀποθάνητε, καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ δὲ ἀδελφοὶ ὑμῶν πᾶς ὁ οἶκος Ἰσραὴλ κλαύσονται τὸν ἐμπυρισμόν, ὃν ἐνεπυρίσθησαν ὑπὸ Κυρίου.

7καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, ἵνα μὴ ἀποθάνητε· τὸ ἔλαιον γὰρ τῆς χρίσεως τὸ παρὰ Κυρίου ἐφ᾿ ὑμῖν. καὶ ἐποίησαν κατὰ τὸ ρῆμα Μωυσῆ.

8Καὶ ἐλάλησε Κύριος τῷ Ἀαρών, λέγων·

9οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἐὰν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε (νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν)

10διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν.

11καὶ συμβιβάσεις τοὺς υἱοὺς Ἰσραὴλ ἅπαντα τὰ νόμιμα, ἃ ἐλάλησε Κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυσῆ.

12Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν καὶ πρὸς Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλειφθέντας· λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων Κυρίου, καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον· ἅγια ἁγίων ἐστί.

13καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ· νόμιμον γάρ σοί ἐστι, καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων Κυρίου· οὕτω γὰρ ἐντέταλταί μοι.

14καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός σου μετὰ σοῦ· νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Ἰσραήλ.

15τὸν βραχίονα τοῦ ἀφαιρέματος καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν, ἀφόρισμα ἀφορίσαι ἔναντι Κυρίου· καὶ ἔσται σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ νόμιμον αἰώνιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

16Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησε Μωυσῆς. καὶ ὅδε ἐνεπεπύριστο· καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλελειμμένους, λέγων·

17διατί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστί, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου·

18οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξε Κύριος.

19καὶ ἐλάλησεν Ἀαρὼν πρὸς Μωυσῆν, λέγων· εἰ σήμερον προσαγηόχασι τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι Κυρίου, καὶ συμβέβηκέ μοι τοιαῦτα· καὶ φάγομαι τὰ περί τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔσται Κυρίῳ;

20καὶ ἤκουσε Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ.

← Leviticus 9Read In The App, Free →Leviticus 11 →

Study Leviticus 10

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789101112131415161718192021222324252627