The Bible Software
Leviticus · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Leviticus 12

1ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

2λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· γυνή, ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς, ἀκάθαρτος ἔσται·

3καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ·

4καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς, παντὸς ἁγίου οὐχ ἅψεται καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς.

5ἐὰν δὲ θῆλυ τέκῃ, καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας, κατὰ τὴν ἄφεδρον αὐτῆς· καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς.

6καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ᾿ υἱῷ ἢ ἐπὶ θυγατρί, προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον, εἰς ὁλοκαύτωμα, καὶ νεοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα,

7καὶ προσοίσει αὐτὸν ἔναντι Κυρίου καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς. οὗτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ.

8ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνόν, καὶ λήψεται δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν, μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας, καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς, καὶ καθαρισθήσεται.

← Leviticus 11Read In The App, Free →Leviticus 13 →

Study Leviticus 12

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789101112131415161718192021222324252627