Job 6
1ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·
2εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,
3καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται. ἀλλ᾿ ὡς ἔοικε τὰ ρήματά μού ἐστι φαῦλα·
4βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.
5τί γάρ; μὴ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ᾿ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ρήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;
6εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ρήμασι κενοῖς;
7οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὀργή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος·
8εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δώῃ ὁ Κύριος.
9ἀρξάμενος ὁ Κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω.
10εἴη δέ μου πόλις τάφος, ἐφ᾿ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ᾿ αὐτῆς, οὐ φείσομαι· οὐ γὰρ ἐψευσάμην ρήματα ἅγια Θεοῦ μου.
11τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή;
12μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού εἰσι χάλκεαι;
13ἢ οὐκ ἐπ᾿ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ᾿ ἐμοῦ ἄπεστιν.
14ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέ με.
15οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με.
16οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς·
17καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν,
18οὕτω κἀγὼ καταλείφθην ὑπὸ πάντων. ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
19ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς Σαβῶν, οἱ διορῶντες·
20καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες.
21ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε·
22τί γάρ; μή τι ἡμᾶς ᾔτησα ἢ τῆς παρ᾿ ὑμῶν ἰσχύος ἐπιδέομαι,
23ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ρύσασθαί με;
24διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι.
25ἀλλ᾿ ὡς ἔοικε, φαῦλα ἀληθινοῦ ρήματα, οὐ γὰρ παρ᾿ ὑμῶν ἰσχὺν αἰτοῦμαι·
26οὐδὲ ἔλεγχος ὑμῶν ρήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ρήματος ἀνέξομαι.
27πλὴν ὅτι ἐπ᾿ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
28νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι.
29καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.
30οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;