2 Kings 15
1ΕΝ ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἱεροβοὰμ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσσίου βασιλέως Ἰούδα.
2υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντηκονταδύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἱεχελία ἐξ Ἱερουσαλήμ.
3καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ἀμεσσίας ὁ πατὴρ αὐτοῦ·
4πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς,
5καὶ ἥψατο Κύριος τὸν βασιλέα, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ ἐβασίλευσεν ἐν οἴκῳ ἀφφουσώθ, καὶ Ἰωάθαμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς.
6καὶ τὰ λοιπὰ τῶν λόγων Ἀζαρίου, καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
7καὶ ἐκοιμήθη Ἀζαρίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
8Ἐν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Ζαχαρίας υἱὸς Ἱεροβοὰμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον.
9καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ πασῶν τῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
10καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν Σελλοὺμ υἱὸς Ἰαβὶς καὶ Κεβλαὰμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐθανάτωσαν αὐτόν, καὶ Σελλοὺμ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ.
11καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαρίου ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.
12ὁ λόγος Κυρίου, ὃν ἐλάλησε πρὸς Ἰοὺ λέγων· υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ· καὶ ἐγένετο οὕτως.
13Καὶ Σελλοὺμ υἱὸς Ἰαβὶς ἐβασίλευσε· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσε Σελλοὺμ μῆνα ἡμερῶν ἐν Σαμαρείᾳ.
14καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδὶ ἐκ Θαρσιλὰ καὶ ἦλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε τὸν Σελλοὺμ υἱὸν Ἰαβὶς ἐν Σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν.
15καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ καὶ ἡ συστροφὴ αὐτοῦ, ἣν συνεστράφη, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.
16τότε ἐπάταξε Μαναὴμ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσά, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν.
17Ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ τῷ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσε Μαναὴμ υἱὸς Γαδδὶ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ δέκα ἔτη.
18καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
19ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φοὺλ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ ἔδωκε τῷ Φοὺλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ᾿ αὐτοῦ.
20καὶ ἐξήνεγκε Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν Ἰσραήλ, ἐπὶ πᾶν δυνατὸν ἰσχύϊ, δοῦναι τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψε βασιλεὺς Ἀσσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ.
21καὶ τὰ λοιπὰ τῶν λόγων Μαναὴμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
22καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
23Ἐν ἔτει πεντηκοστῷ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Φακεσίας υἱὸς Μαναὴμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη.
24καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
25καὶ συνεστράφη ἐπ᾿ αὐτὸν Φακεὲ υἱὸς Ρομελίου ὁ τριστάτης αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοὓ Ἀργόβ καὶ μετὰ τοῦ Ἀρία, καὶ μετ᾿ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ.
26καὶ τὰ λοιπὰ τῶν λόγων Φακεσίου καὶ πάντα, ὅσα ἐποίησεν, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.
27Ἐν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Φακεὲ υἱὸς Ρομελίου ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσιν ἔτη.
28καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
29ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως Ἰσραὴλ ἦλθε Θαγλα θφε λλασὰρ βασιλεὺς Ἀσσυρίων καὶ ἔλαβε τὴν Αἲν καὶ τὴν Ἀβελβαιθαμααχὰ καὶ τὴν Ἀνιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν Ἀσὼρ καὶ τὴν Γαλαὰδ καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεφθαλί, καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ἀσσυρίους.
30καὶ συνέστρεψε σύστρεμμα Ὡσηὲ υἱὸς Ἠλὰ ἐπὶ Φακεὲ υἱὸν Ρομελίου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσε καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ἐν ἔτει εἰκοστῷ Ἰωάθαμ υἱοῦ Ἀζαρίου.
31καὶ τὰ λοιπὰ τῶν λόγων Φακεὲ καὶ πάντα, ὅσα ἐποίησεν, ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.
32Ἐν ἔτει δευτέρῳ Φακεὲ υἱοῦ Ρομελίου βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς Ἀζαρίου βασιλέως Ἰούδα.
33υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἱερουσὰ θυγάτηρ Σαδώκ.
34καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ἀζαρίας ὁ πατὴρ αὐτοῦ·
35πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. αὐτὸ ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ἐπάνω.
36καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάθαμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
37ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν ἐν Ἰούδᾳ τὸν Ραασσὼν βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ρομελίου.
38καὶ ἐκοιμήθη Ἰωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.