The Bible Software
2 Παραλειπομένων · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

2 Παραλειπομένων 1

1ΑΔΑΜ, Σήθ, Ἐνώς,

2Καϊνᾶν, Μαλελεήλ, Ἰάρεδ,

3Ἐνώχ, Μαθουσάλα, Λάμεχ,

4Νῶε. υἱοὶ Νῶε· Σήμ, Χάμ, Ἰάφεθ.

5υἱοὶ Ἰάφεθ· Γαμέρ, Μαγώγ, Μαδαΐμ, Ἰωϋάν, Ἑλισά, Θοβέλ, Μοσὸχ καὶ Θίρας.

6καὶ οἱ υἱοὶ Γαμέρ· Ἀσχανὰζ καὶ Ριφὰθ καὶ Θοργαμά.

7καὶ οἱ υἱοὶ Ἰωϋάν· Ἑλισὰ καὶ Θαρσίς, Κίτιοι καὶ Ρόδιοι.

8καὶ οἱ υἱοὶ Χάμ· Χοὺς καὶ Μεσραΐμ, Φούδ, καὶ Χαναάν.

9καὶ υἱοὶ Χούς· Σαβὰ καὶ Εὐιλὰ καὶ Σαβαθὰ καὶ Ρεγμά, καὶ Σεβεθαχά. καὶ υἱοὶ Ρεγμά· Σαβὰ καὶ Δαδάν.

10καὶ Χοὺς ἐγέννησε τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς.

11[Καὶ Μεσραΐμ ἐγέννησε τοὺς Λωδιεὶμ καὶ τοὺς Ἀναμιεὶμ καὶ τοὺς Λαβεὶν καὶ τοὺς Νεφθαλὶμ

12καὶ τοὺς Πατροσωνιεὶμ καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιείμ, καὶ τοὺς Χαφοριεὶμ

13καὶ Χαναὰν ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον καὶ τὸν Χετταῖον

14καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον

15καὶ τὸν Εὐαῖον καὶ τὸν Ἀρουκαῖον καὶ τὸν Ἀσενναῖον

16καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἀμαθί.]

17υἱοὶ Σήμ· Αἰλὰμ καὶ Ἀσσοὺδ καὶ Ἀρφαξάδ.

18[Καὶ Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, καὶ Σαλὰ ἐγέννησε τὸν Ἐβέρ,

19καὶ τῷ Ἐβὲρ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλέκ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν.

20καὶ Ἰεκτὰν ἐγέννησε τὸν Ἐλμωδὰδ καὶ τὸν Σαλὲφ καὶ τὸν Ἀραμὼθ

21καὶ τὸν Κεδουρὰν καὶ τὸν Αἰγὴν καὶ τὸν Δεκλὰμ

22καὶ τὸν Γεμιὰν καὶ τὸν Ἀβιμέκλ καὶ τὸν Σαβὰν

23καὶ τὸν Οὐφεὶρ καὶ τὸν Εὐὶ καὶ τὸν Ὠράμ· πάντες οὗτοι υἱοὶ Ἰεκτάν.

24υἱοὶ Σήμ· Αἰλὰμ καὶ Ἀσοὺρ καὶ Ἀρφαξάδ.] Σαλά,

25Ἔβερ, Φαλέγ, Ραγαῦ,

26Σερούχ, Νεχώρ, Θάρα,

27Ἁβραάμ.

28υἱοὶ δὲ Ἁβραάμ· Ἰσαὰκ καὶ Ἰσμαήλ.

29αὗται δὲ αἱ γενέσεις πρωτοτόκου Ἰσμαήλ· Ναβαιὼθ καὶ Κηδάρ, Ναβδεήλ, Μαβσάμ,

30Μασμά, Ἰδουμά, Μασσή, Χονδάν, Θαιμάν,

31Ἰεττούρ, Ναφὲς καὶ Κεδμά. οὗτοί εἰσιν υἱοὶ Ἰσμαήλ.

32καὶ υἱοὶ Χεττούρας παλλακῆς Ἁβραάμ· καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβράμ, Ἰεξάν, Μαδιάμ, Μαδάμ, Σοβάκ, Σωέ. καὶ υἱοὶ Ἰεξάν· Δαιδὰν καὶ Σαβά.

33καὶ υἱοὶ Μαδιάμ· Γαιφὰρ καὶ Ὀφὲρ καὶ Ἐνὼχ καὶ Ἀβιδὰ καὶ Ἐλλαδά. πάντες οὗτοι υἱοὶ Χεττούρας.

34καὶ ἐγέννησεν Ἁβραὰμ τὸν Ἰσαάκ. καὶ υἱοὶ Ἰσαάκ· Ἰακὼβ καὶ Ἡσαῦ.

35υἱοὶ Ἡσαῦ· Ἐλιφὰζ καὶ Ραγουὴλ καὶ Ἰεοὺλ καὶ Ἰεγλὸμ καὶ Κορέ.

36υἱοὶ Ἐλιφάζ· Θαιμὰν καὶ Ὠμάρ, Σωφὰρ καὶ Γοωθὰμ καὶ Κενὲζ καὶ τῆς Θαμνὰ Ἀμαλήκ.

37καὶ υἱοὶ Ραγουήλ· Ναχές, Ζαρέ, Σομὲ καὶ Μοζέ.

38υἱοὶ Σηΐρ· Λωτάν, Σωβάλ, Σεβεγών, Ἀνά, Δησών, Ὡσὰρ καὶ Λισάν.

39καὶ υἱοὶ Λωτάν· Χορρὶ καὶ Αἰμάν, ἀδελφὴ δὲ Λωτὰν Θαμνά.

40υἱοὶ Σωβάλ· Γωλάμ, Μαναχάθ, Γαιβήλ, Σὼβ καὶ Ὠνάν. υἱοὶ δὲ Σεβεγών· Ἀϊὰ καὶ Ἀνά.

41υἱοὶ Ἀνά· Δαισών. υἱοὶ δὲ Δαισών· Ἐμερὼν καὶ Ἐσεβὰν καὶ Ἰεθρὰν καὶ Χαρράν.

42καὶ υἱοὶ Ὡσάρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ Ἰωκάν. υἱοὶ Δαισάν· Ὢς καὶ Ἀράν.

43καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά.

44καὶ ἀπέθανε Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας.

45καὶ ἀπέθανεν Ἰωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἀσὸμ ἐκ γῆς Θαιμανών.

46καὶ ἀπέθανεν Ἀσόμ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἀδὰδ υἱὸς Βαρὰδ ὁ πατάξας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ.

47καὶ ἀπέθανεν Ἀδάδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σεβλὰ ἐκ Μασεκκᾶς.

48καὶ ἀπέθανε Σεβλά, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Σαοὺλ ἐκ Ροωβὼθ τῆς παρὰ ποταμόν.

49καὶ ἀπέθανε Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννὼρ υἱὸς Ἀχοβώρ.

50καὶ ἀπέθανε Βαλαεννώρ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἀδὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ.

51ἡγεμόνες Ἐδώμ· ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλαδά, ἡγεμὼν Ἰεθέρ,

52ἡγεμὼν Ἐλιβαμάς, ἡγεμὼν Ἠλάς, ἡγεμὼν Φινών,

53ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαβσάρ, ἡγεμὼν Μαγεδιήλ, ἡγεμὼν Ζαφωΐν. οὗτοι ἡγεμόνες Ἐδώμ.

← 2 Kings 25Read In The App, Free →2 Παραλειπομένων 2 →

Study 2 Παραλειπομένων 1

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

1234567891011121314151617181920212223242526272829