2 Παραλειπομένων 4
1ΚΑΙ υἱοὶ Ἰούδα· Φαρές, Ἐσρὼμ καὶ Χαρμὶ καὶ Ὤρ, Σουβὰλ
2καὶ Ράδα υἱὸς αὐτοῦ· καὶ Σουβὰλ ἐγέννησε τὸν Ἰέθ, καὶ Ἰὲθ ἐγέννησε τὸν Ἀχιμαΐ, καὶ τὸν Λαάδ· αὗται αἱ γενέσεις τοῦ Σαραθί.
3καὶ οὗτοι υἱοὶ Αἰτάμ· Ἰεζραὴλ καὶ Ἰεσμὰν καὶ Ἰεβδάς, καὶ ὄνομα ἀδελφῆς αὐτῶν Ἐσηλεββών.
4καὶ Φανουὴλ πατὴρ Γεδώρ, καὶ Ἀζὴρ πατὴρ Ὠσάν. οὗτοι υἱοὶ Ὢρ τοῦ πρωτοτόκου Ἐφραθὰ πατρὸς Βαθαλαέν.
5καὶ τῷ Ἀσοὺρ πατρὶ Θεκωὲ ἦσαν δύο γυναῖκες, Ἀωδὰ καὶ Θοαδά.
6καὶ ἔτεκεν αὐτῷ Ἀωδὰ τὸν Ὠχαία καὶ τὸν Ἠφὰλ καὶ τὸν Θεμὰν καὶ τὸν Ἀασθήρ· πάντες οὗτοι υἱοὶ Ἀωδᾶς.
7καὶ υἱοὶ Θοαδᾶς· Σερὲθ καὶ Σαὰρ καὶ Ἐθνάν.
8καὶ Κὼς ἐγέννησε τὸν Ἐνὼβ καὶ τὸν Σαβαθά. καὶ γεννήσεις ἀδελφοῦ Ρηχὰβ υἱοῦ Ἰαρίν.
9καὶ ἦν Ἰγαβὴς ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ ἡ μήτηρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰγαβὴς λέγουσα· ἔτεκον ὡς γαβής.
10καὶ ἐπεκαλέσατο Ἰγαβὴς τὸν Θεὸν Ἰσραὴλ λέγων· ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ᾿ ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με· καὶ ἐπήγαγεν ὁ Θεὸς πάντα, ὅσα ᾐτήσατο.
11καὶ Χαλὲβ πατὴρ Ἀσχὰ ἐγέννησε τὸν Μαχίρ· οὗτος πατὴρ Ἀσσαθών.
12καὶ Ἀσσαθὼν ἐγέννησε τὸν Βαθραίαν καὶ τὸν Βεσσηὲ καὶ τὸν Θανὰ πατέρα πόλεως Ναᾶς ἀδελφοῦ Ἐσελὼμ τοῦ Κενεζί· οὗτοι ἄνδρες Ρηφά.
13καὶ υἱοὶ Κενέζ· Γοθονιὴλ καὶ Σαραΐα. καὶ υἱοὶ Γοθονιήλ, Ἀθάθ.
14καὶ Μαναθὶ ἐγέννησε τὸν Γοφερά. καὶ Σαραΐα ἐγέννησε τὸν Ἰωὰβ πατέρα Ἀγεαδδαΐρ, ὅτι τέκτονες ἦσαν.
15καὶ υἱοὶ Χαλὲβ υἱοῦ Ἰεφοννή· Ἠρά, Ἀδὰ καὶ Νοόμ. καὶ υἱοὶ Ἀδά, Κενέζ.
16καὶ υἱοὶ Γεσεήλ· Ζὶφ καὶ Ζεφὰ καὶ Θεφιὰ καὶ Ἐσεραήλ.
17καὶ υἱοὶ Ἐσρί· Ἰεθέρ, Μωρὰδ καὶ Ἄφερ καὶ Ἰαμών. καὶ ἐγέννησεν Ἰεθὲρ τὸν Μαρὼν καὶ τὸν Σεμαΐ καὶ τὸν Μαρὲθ πατέρα Ἐσθαιμών.
18καὶ ἡ γυνὴ αὐτοῦ (αὕτη Ἀδία) ἔτεκε τὸν Ἰάρεδ πατέρα Γεδὼρ καὶ τὸν Ἀβὲρ πατέρα Σωχὼν καὶ τὸν Χετιὴλ πατέρα Ζαμών. καὶ οὗτοι υἱοὶ Βετθία θυγατρὸς Φαραώ, ἣν ἔλαβε Μωρήδ.
19καὶ υἱοὶ γυναικὸς τῆς Ἰδουΐας ἀδελφῆς Ναχὲμ πατρὸς Κεϊλά, Γαρμὶ καὶ Ἐσθαιμών, Νωχαθί.
20καὶ υἱοὶ Σεμιών· Ἀμνὼν καὶ Ἀνὰ υἱὸς Φανὰ καὶ Θιλών. καὶ υἱοὶ Σεΐ· Ζωὰθ καὶ υἱοὶ Ζωάβ,
21υἱοὶ Σηλὼμ υἱοῦ Ἰούδα· Ἢρ πατὴρ Ληχάβ, καὶ Λααδὰ πατὴρ Μαρισὰ καὶ γενέσεις οἰκείων Ἐφραδαβὰκ τῷ οἴκῳ Ἐσοβὰ
22καὶ Ἰωακὶμ καὶ ἄνδρες Χωζηβὰ καὶ Ἰωὰς καὶ Σαράφ, οἳ κατῴκησαν ἐν Μωάβ· καὶ ἀπέστρεψεν αὐτοὺς ἀβεδηρὶν ἀθουκιΐμ.
23οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ἀταΐμ καὶ Γαδηρὰ μετὰ τοῦ βασιλέως, ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ.
24υἱοὶ Συμεών· Ναμουὴλ καὶ Ἰαμίν, Ἰαρίβ, Ζαρέ, Σαούλ·
25Σαλὲμ υἱὸς αὐτοῦ, Μαβασὰμ υἱὸς αὐτοῦ, Μασμὰ υἱὸς αὐτοῦ,
26Ἀμουὴλ υἱὸς αὐτοῦ, Σαβοὺδ υἱὸς αὐτοῦ, Ζακχοὺρ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ.
27Καὶ τῷ Σεμεΐ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ἰούδα.
28καὶ κατῴκησαν ἐν Βηρσαβεὲ καὶ Σαμὰ καὶ Μωλαδά, καὶ ἐν Ἐσηρσουὰλ
29καὶ ἐν Βαλαὰ καὶ ἐν Βοασὸμ καὶ ἐν Θουλὰδ
30καὶ ἐν Βαθουὴλ καὶ ἐν Ἑρμὰ καὶ ἐν Σικελὰγ
31καὶ ἐν Βαιθμαριμὼθ καὶ Ἡμισουσεωσὶν καὶ οἶκον Βαρουσεωρίμ· αὗται αἱ πόλεις αὐτῶν ἕως βασιλέως Δαυίδ.
32καὶ ἐπαύλεις αὐτῶν· Αἰτὰν καὶ Ἠνρεμμὼν καὶ Θοκκὰν καὶ Αἰσάν, πόλεις πέντε.
33καὶ πᾶσαι ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βάαλ· αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν.
34καὶ Μοσωβὰβ καὶ Ἰεμολὸχ καὶ Ἰωσία υἱὸς Ἀμασία
35καὶ Ἰωὴλ (καὶ οὗτος υἱὸς Ἀσαβία), υἱὸς Σαραία, υἱὸς Ἀσιὴλ
36καὶ Ἐλιωναΐ καὶ Ἰακαβὰ καὶ Ἰασουΐα καὶ Ἀσαΐα καὶ Ἰεδιὴλ καὶ Ἰσμαὴλ καὶ Βαναίας
37καὶ Ζουζὰ υἱὸς Σαφαΐ υἱοῦ Ἀλὼν υἱοῦ Ἰεδιὰ υἱοῦ Σεμρὶ υἱοῦ Σαμαίου.
38οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος,
39καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γέραρα ἕως τῶν ἀνατολῶν τῆς Γαὶ τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν·
40καὶ εὗρον νομὰς πλείονας καὶ ἀγαθάς, καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χὰμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν.
41καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾿ ὀνόματος ἐν ἡμέραις Ἐζεκίου βασιλέως Ἰούδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀναθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾿ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ.
42καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεὼν ἐπορεύθησαν εἰς ὄρος Σηὶρ ἄνδρες πεντακόσιοι, καὶ Φαλαεττία καὶ Νωαδία καὶ Ραφαΐα καὶ Ὀζιὴλ υἱοὶ Ἰεσὶ ἄρχοντες αὐτῶν·
43καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ Ἀμαλὴκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.