2 Παραλειπομένων 8
1ΚΑΙ Βενιαμὶν ἐγέννησε Βαλὲ πρωτότοκον αὐτοῦ καὶ Ἀσβὴλ τὸν δεύτερον, Ἀαρὰ τὸν τρίτον,
2Νωὰ τὸν τέταρτον καὶ Ραφὴ τὸν πέμπτον.
3καὶ ἦσαν υἱοὶ τῷ Βαλέ· Ἀδὶρ καὶ Γηρὰ καὶ Ἀβιοὺδ
4καὶ Ἀβισουὲ καὶ Νοαμὰ καὶ Ἀχιὰ
5καὶ Γηρὰ καὶ Σεφουφὰμ καὶ Οὐράμ.
6οὗτοι υἱοὶ Ἀώδ· οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσι Γαβεέ, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαναχαθί·
7καὶ Νοομὰ καὶ Ἀχιὰ καὶ Γηρά· οὗτος Ἰεγλαὰμ καὶ ἐγέννησε τὸν Ἀζὰ καὶ τὸν Ἰαχιχώ.
8καὶ Σααρὶν ἐγέννησεν ἐν τῷ πεδίῳ Μωὰβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ὡσὶν καὶ τὴν Βααδὰ γυναῖκα αὐτοῦ.
9καὶ ἐγέννησεν ἐκ τῆς Ἀδὰ γυναικὸς αὐτοῦ τὸν Ἰωβὰβ καὶ τὸν Σεβιὰ καὶ τὸν Μισὰ καὶ τὸν Μελχὰμ
10καὶ τὸν Ἰαὼς καὶ τὸν Σαβιὰ καὶ τὸν Μαρμά· οὗτοι ἄρχοντες τῶν πατριῶν.
11καὶ ἐκ τῆς Ὡσὶν ἐγέννησε τὸν Ἀβιτὼλ καὶ τὸν Ἀλφαάλ.
12καὶ υἱοὶ Ἀλφαάλ· Ὠβήδ, Μισαάλ, Σεμμήρ· οὗτος ᾠκοδόμησε τὴν Ὠνὼ καὶ τὴν Λὼδ καὶ τὰς κώμας αὐτῆς·
13καὶ Βεριὰ καὶ Σαμά. οὗτοι ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Αἰλάμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γέθ.
14καὶ ἀδελφὸς αὐτοῦ Σωσὴκ καὶ Ἀριμὼθ
15καὶ Ζαβαδία, καὶ Ὠρὴδ καὶ Ἔδερ
16καὶ Μιχαὴλ καὶ Ἰεσφὰ καὶ Ἰωδά, υἱοὶ Βεριά.
17καὶ Ζαβαδία καὶ Μοσολλὰμ καὶ Ἀζακὶ καὶ Ἀβὰρ
18καὶ Ἰσαμαρὶ καὶ Ἰεζλίας καὶ Ἰωβάβ, υἱοὶ Ἐλφαάλ.
19καὶ Ἰακὶμ καὶ Ζαχρὶ καὶ Ζαβδὶ
20καὶ Ἐλιωναΐ καὶ Σαλαθὶ καὶ Ἐλιηλὶ
21καὶ Ἀδαΐα καὶ Βαραΐα καὶ Σαμαράθ, υἱοὶ Σαμαΐθ.
22καὶ Ἰεσφὰν καὶ Ὠβὴδ καὶ Ἐλεὴλ
23καὶ Ἀβδιὼν καὶ Ζεχρὶ καὶ Ἀνὰν
24καὶ Ἀνανία καὶ Ἀμβρὶ καὶ Αἰλὰμ καὶ Ἀναθὼθ
25καὶ Ἰαθὶν καὶ Ἰεφαδίας καὶ Φανουήλ, υἱοὶ Σωσήκ,
26καὶ Σαμσαρὶ καὶ Σααρίας καὶ Γοθολία
27καὶ Ἰαρασία καὶ Ἐριὰ καὶ Ζεχρί, υἱοὶ Ἱεροάμ.
28οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ·
29καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαών, καὶ ὄνομα γυναικὶ αὐτοῦ Μααχά.
30καὶ ὁ υἱὸς αὐτῆς ὁ πρωτότοκος Ἀβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ
31καὶ Γεδοὺρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζακχοὺρ καὶ Μακελώθ·
32καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά· καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν.
33καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Ἀσαβάλ.
34καὶ υἱὸς Ἰωνάθαν Μεριβαάλ. καὶ ὁ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά.
35καὶ υἱοὶ Μιχά· Φίθων καὶ Μελὰχ καὶ Θαρὰχ καὶ Ἀχάζ.
36καὶ Ἀχὰζ ἐγέννησε τὸν Ἰαδά, καὶ Ἰαδὰ ἐγέννησε τὸν Σαλαιμὰθ καὶ τὸν Ἀσμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μαισά,
37καὶ Μαισὰ ἐγέννησε τὸν Βαανά· Ραφαΐα υἱὸς αὐτοῦ, Ἐλασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ.
38καὶ τῷ Ἐσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρικὰμ πρωτότοκος αὐτοῦ καὶ Ἰσμαὴλ καὶ Σαραΐα καὶ Ἀβδία καὶ Ἀνὰν καὶ Ἀσά· πάντες οὗτοι υἱοὶ Ἐσήλ.
39καὶ υἱοὶ Ἀσήλ ἀδελφοῦ αὐτοῦ· Αἰλὰμ πρωτότοκος αὐτοῦ καὶ Ἰὰς ὁ δεύτερος καὶ Ἐλιφαλὲτ ὁ τρίτος.
40καὶ ἦσαν υἱοὶ Αἰλὰμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμίν.