1 Chronicles 6
1ΥΙΟΙ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί.
2καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσών· Λοβενὶ καὶ Σεμεΐ.
3υἱοὶ Καάθ· Ἄμβραμ καὶ Ἰσσάαρ, Χεβρὼν καὶ Ὀζιήλ.
4υἱοὶ Μεραρί· Μοολὶ καὶ Ὁμουσί. καὶ αὗται αἱ πατριαὶ τοῦ Λευὶ κατὰ πατριὰς αὐτῶν.
5τῷ Γεδσών· τῷ Λοβενὶ υἱῷ αὐτοῦ Ἰὲθ υἱὸς αὐτοῦ, Ζαμμὰ υἱὸς αὐτοῦ,
6Ἰωὰχ υἱὸς αὐτοῦ, Ἀδδὶ υἱὸς αὐτοῦ, Ζαρὰ υἱὸς αὐτοῦ, Ἰεθρὶ υἱὸς αὐτοῦ.
7υἱοὶ Καάθ· Ἀμιναδὰβ υἱὸς αὐτοῦ, Κορὲ υἱὸς αὐτοῦ, Ἀσὴρ υἱὸς αὐτοῦ.
8Ἑλκανὰ υἱὸς αὐτοῦ, Ἀβισὰφ υἱὸς αὐτοῦ,
9Θαὰθ υἱὸς αὐτοῦ, Οὐριὴλ υἱὸς αὐτοῦ, Ὀζία υἱὸς αὐτοῦ, Σαοὺλ υἱὸς αὐτοῦ.
10καὶ υἱοὶ Ἑλκανά, Ἀμασὶ καὶ Ἀχιμώθ,
11Ἑλκανὰ υἱὸς αὐτοῦ, Σουφὶ υἱὸς αὐτοῦ καὶ Ναὰθ υἱὸς αὐτοῦ,
12Ἐλιὰβ υἱὸς αὐτοῦ, Ἱερεὰμ υἱὸς αὐτοῦ, Ἑλκανὰ υἱὸς αὐτοῦ.
13υἱοὶ Σαμουήλ· ὁ πρωτότοκος Σανὶ καὶ Ἀβιά.
14υἱοὶ Μεραρί· Μοολί, Λοβενὶ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ, Ὀζὰ υἱὸς αὐτοῦ,
15Σαμαὰ υἱὸς αὐτοῦ, Ἀγγία υἱὸς αὐτοῦ, Ἀσαΐας υἱὸς αὐτοῦ.
16καὶ οὗτοι, οὓς κατέστησε Δαυὶδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ,
17καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον Κυρίου ἐν Ἱερουσαλήμ, καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν.
18καὶ οὗτοι οἱ ἑστηκότες καὶ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καάθ· Αἰμὰν ὁ ψαλτῳδὸς υἱὸς Ἰωήλ, υἱοῦ Σαμουήλ,
19υἱοῦ Ἑλκανά, υἱοῦ Ἱερεβὰμ υἱοῦ Ἐλιὴλ υἱοῦ Θοοὺ
20υἱοῦ Σοὺφ υἱοῦ Ἑλκανὰ υἱοῦ Μαὰθ υἱοῦ Ἀμαθὶ
21υἱοῦ Ἑλκανὰ υἱοῦ Ἰωὴλ υἱοῦ Ἀζαρία υἱοῦ Σαφανία
22υἱοῦ Θαὰθ υἱοῦ Ἀσὴρ υἱοῦ Ἀβιασὰφ υἱοῦ Κορὲ
23υἱοῦ Ἰσάαρ υἱοῦ Καὰθ υἱοῦ Λευὶ υἱοῦ Ἰσραήλ.
24καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἀσὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ἀσὰφ υἱὸς Βαραχία υἱοῦ Σαμαὰ
25υἱοῦ Μιχαὴλ υἱοῦ Βαασία υἱοῦ Μελχία
26υἱοῦ Ἀθανὶ υἱοῦ Ζαραΐ υἱοῦ Ἀδαΐ
27υἱοῦ Αἰθὰν υἱοῦ Ζαμμὰ υἱοῦ Σεμεΐ
28υἱοῦ Ἰεὲθ υἱοῦ Γεθσὼν υἱοῦ Λευί.
29καὶ υἱοὶ Μεραρὶ οἱ ἀδελφοὶ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰν υἱὸς Κισὰ υἱοῦ Ἀβαΐ υἱοῦ Μαλὼχ
30υἱοῦ Ἀσεβὶ υἱοῦ Ἀμεσία υἱοῦ Χελκίου
31υἱοῦ Ἀμασαΐ υἱοῦ Βανὶ υἱοῦ Σεμὴρ
32υἱοῦ Μοολὶ υἱοῦ Μουσὶ υἱοῦ Μεραρὶ υἱοῦ Λευί.
33καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν, οἱ Λευῖται οἱ δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ Θεοῦ.
34καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ἰσραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ Θεοῦ.
35καὶ οὗτοι υἱοὶ Ἀαρών· Ἐλεάζαρ υἱὸς αὐτοῦ, Φινεὲς υἱὸς αὐτοῦ, Ἀβισοὺ υἱὸς αὐτοῦ,
36Βωκαὶ υἱὸς αὐτοῦ, Ὀζὶ υἱὸς αὐτοῦ, Ζαραΐα υἱὸς αὐτοῦ,
37Μαριὴλ υἱὸς αὐτοῦ, Ἀμαρία υἱὸς αὐτοῦ, Ἀχιτὼβ υἱὸς αὐτοῦ,
38Σαδὼκ υἱὸς αὐτοῦ, Ἀχιμάας υἱὸς αὐτοῦ.
39καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν, ἐν τοῖς ὁρίοις αὐτῶν· τοῖς υἱοῖς Ἀαρὼν τῇ πατριᾷ τοῦ Κααθὶ ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος
40καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν γῇ Ἰούδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς·
41καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ Ἰεφοννή.
42καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρὼν καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἐσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς
43καὶ τὴν Ἰεθθὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὶρ καὶ τὰ περισπόρια αὐτῆς
44καὶ τὴν Ἀσὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμὺς καὶ τὰ περισπόρια αὐτῆς.
45καὶ ἐκ φυλῆς Βενιαμὶν τὴν Γαβαὲ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γαλεμὲθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀναθὼθ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν.
46καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κλήρῳ πόλεις δέκα.
47καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ἰσσάχαρ, ἐκ φυλῆς Ἀσήρ, ἀπὸ φυλῆς Νεφθαλί, ἐκ φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις τρισκαίδεκα.
48καὶ τοῖς υἱοῖς Μεραρί κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ρουβήν, ἐκ φυλῆς Γάδ, ἐκ φυλῆς Ζαβουλὼν κλήρῳ πόλεις δεκαδύο.
49καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν·
50καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ἰούδα καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν καὶ ἐκ φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας, ἃς ἐκάλεσεν αὐτὰς ἐπ᾿ ὀνόματος.
51καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καὰθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Ἐφραίμ.
52καὶ ἔδωκαν αὐτοῖς τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Ἐφραὶμ καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς
53καὶ τὴν Ἰεκμαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς
54καὶ τὴν Ἐγλὰμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς
55καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν Ἀνὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰεμβλάαν καὶ τὰ περισπόρια αὐτῆς, κατὰ πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις.
56τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασσῆ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀσηρὼθ καὶ τὰ περισπόρια αὐτῆς·
57καὶ ἐκ φυλῆς Ἰσσάχαρ τὴν Κέδες καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δεβερὶ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια αὐτῆς
58καὶ τὴν Ζαβὼρ καὶ τὴν Αἰνὰν καὶ τὰ περισπόρια αὐτῆς·
59καὶ ἐκ φυλῆς Ἀσὴρ τὴν Μαασὰλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀβδὼν καὶ τὰ περισπόρια αὐτῆς
60καὶ τὴν Ἀκὰκ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ροὼβ καὶ τὰ περισπόρια αὐτῆς·
61καὶ ἀπὸ φυλῆς Νεφθαλὶ τὴν Κέδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαΐμ καὶ τὰ περισπόρια αὐτῆς.
62τοῖς υἱοῖς Μεραρὶ τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαλλιὰ καὶ τὰ περισπόρια αὐτῆς,
63ἐκ τοῦ πέραν τοῦ Ἰορδάνου τὴν Ἱεριχὼ κατὰ δυσμὰς τοῦ Ἰορδάνου· ἐκ φυλῆς Ρουβὴν τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰασὰ καὶ τὰ περισπόρια αὐτῆς
64καὶ τὴν Καδμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαεφλὰ καὶ τὰ περισπόρια αὐτῆς
65καὶ ἐκ φυλῆς Γὰδ τὴν Ραμμὼθ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναΐμ καὶ τὰ περισπόρια αὐτῆς
66καὶ τὴν Ἐσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς.