The Bible Software
2 Παραλειπομένων · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

2 Παραλειπομένων 16

1ΚΑΙ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυίδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ Θεοῦ.

2καὶ συνετέλεσε Δαυὶδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου.

3καὶ διεμέρισε παντὶ ἀνδρὶ Ἰσραὴλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην.

4καὶ ἔταξε κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης Κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κύριον τὸν Θεὸν Ἰσραήλ·

5Ἀσὰφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαρίας, Ἰεϊήλ, Σεμιραμώθ, Ἰεϊήλ, Ματταθίας, Ἐλιὰβ καὶ Βαναίας, καὶ Ἀβδεδὸμ καὶ Ἰεϊὴλ ἐν ὀργάνοις, νάβλαις, κινύραις, καὶ Ἀσὰφ ἐν κυμβάλοις ἀναφωνῶν.

6καὶ Βαναίας καὶ Ὀζιὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξι διαπαντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ Θεοῦ.

7Ἐν τῇ ἡμέρᾳ ἐκείνη τότε ἔταξε Δαυὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν Κύριον ἐν χειρὶ Ἀσὰφ καὶ τῶν ἀδελφῶν αὐτοῦ.

8†ΔΗ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ, γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ.

9ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ, διηγήσασθε πᾶσι τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησε Κύριος.

10αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ, εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ.

11ζητήσατε τὸν Κύριον καὶ ἰσχύσατε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός.

12μνημονεύετε τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησε, τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ.

13σπέρμα Ἰσραὴλ παῖδες αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.

14αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.

15μνημονεύων εἰς αἰῶνα διαθήκης αὐτοῦ, λόγον αὐτοῦ, ὃν ἐνετείλατο εἰς χιλίας γενεάς,

16ὃν διέθετο τῷ Ἁβραὰμ καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ἰσαάκ·

17ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, τῷ Ἰσραὴλ διαθήκην αἰώνιον

18λέγων· σοὶ δώσω τὴν γῆν Χαναὰν σχοίνισμα κληρονομίας ὑμῶν.

19ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ.

20καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον.

21οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς καὶ ἤλεγξε περὶ αὐτῶν βασιλεῖς·

22μὴ ἅψησθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

23ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ.

24ἐξηγεῖσθε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.

25ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.

26ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα, καὶ ὁ Θεὸς ἡμῶν οὐρανοὺς ἐποίησε.

27δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ, ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ.

28δότε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, δότε τῷ Κυρίῳ δόξαν καὶ ἰσχύν·

29δότε τῷ Κυρίῳ δόξαν ὀνόματος αὐτοῦ, λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε Κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ.

30φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ, κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω·

31εὐφρανθήτω ὁ οὐρανὸς καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ εἰπάτωσαν ἐν τοῖς ἔθνεσι· Κύριος βασιλεύων.

32βομβήσει ἡ θάλασσα σὺν τῷ πληρώματι καὶ ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ·

33τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου Κυρίου, ὅτι ἦλθε κρῖναι τὴν γῆν.

34ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

35καὶ εἴπατε· σῶσον ἡμᾶς, ὁ Θεὸς τῆς σωτηρίας ἡμῶν, καὶ ἄθροισον ἡμᾶς, καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσί σου.

36εὐλογημένος Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαός· ἀμήν. καὶ ᾔνεσαν τῷ Κυρίῳ.

37Καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης Κυρίου τὸν Ἀσὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διαπαντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν.

38καὶ Ἀβδεδὸμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑξήκοντα καὶ ὀκτώ, καὶ Ἀβδεδὸμ υἱὸς Ἰδιθοὺν καὶ Ὀσσὰ εἰς πυλωρούς.

39καὶ τὸν Σαδὼκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον τῆς σκηνῆς Κυρίου ἐν Βαμὰ τῇ ἐν Γαβαὼν

40τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ Κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διαπαντὸς τὸ πρωΐ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ Κυρίου ὅσα ἐνετείλατο ἐφ᾿ υἱοῖς Ἰσραὴλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ Θεοῦ·

41καὶ μετ᾿ αὐτοῦ Αἰμὰν καὶ Ἰδιθοὺν καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ᾿ ὀνόματος τοῦ αἰνεῖν τὸν Κύριον, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

42καὶ μετ᾿ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ, οἱ δὲ υἱοὶ Ἰδιθοὺν εἰς τὴν πύλην.

43καὶ ἐπορεύθη πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐπέστρεψε Δαυὶδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ.

← 2 Παραλειπομένων 15Read In The App, Free →2 Παραλειπομένων 17 →

Study 2 Παραλειπομένων 16

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

1234567891011121314151617181920212223242526272829