The Bible Software
1 Chronicles · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

1 Chronicles 7

1ΚΑΙ τοῖς υἱοῖς Ἰσσάχαρ· Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺβ καὶ Σεμερών, τέσσαρες.

2καὶ υἱοὶ Θωλά· Ὀζί, Ραφαΐα καὶ Ἰεριὴλ καὶ Ἰαμαΐ καὶ Ἰεβασὰμ καὶ Σαμουήλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλά, ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν. ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυὶδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι.

3καὶ υἱοὶ Ὀζί· Ἰεζραΐα καὶ υἱοὶ Ἰεζραΐα· Μιχαήλ, Ἀβδιοὺ καὶ Ἰωὴλ καὶ Ἰεσία, πέντε, ἄρχοντες πάντες.

4καὶ ἐπ᾿ αὐτῶν κατὰ γενέσεις αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν, ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς.

5καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς Ἰσσάχαρ καὶ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων.

6υἱοὶ Βενιαμίν· Βαλὲ καὶ Βαχὶρ καὶ Ἰαδιήλ, τρεῖς.

7καὶ υἱοὶ Βαλέ· Ἀσεβὼν καὶ Ὀζὶ καὶ Ὀζιὴλ καὶ Ἰεριμὼθ καὶ Οὐρί, πέντε, ἄρχοντες οἴκων πατριῶν ἰσχυροὶ δυνάμει, καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριακοντατέσσαρες.

8καὶ υἱοὶ Βαχίρ· Ζεμιρὰ καὶ Ἰωὰς καὶ Ἐλιέζερ καὶ Ἐλιθενὰν καὶ Ἀμαρία καὶ Ἰεριμὼθ καὶ Ἀβιοὺδ καὶ Ἀναθὼθ καὶ Ἐλμεμέθ· πάντες οὗτοι υἱοὶ Βαχίρ.

9καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει, εἴκοσι χιλιάδες καὶ διακόσιοι.

10καὶ υἱοὶ Ἰαδιήλ· Βαλαάν. καὶ υἱοὶ Βαλαάν· Ἰαοὺς καὶ Βενιαμὶν καὶ Ἀὼθ καὶ Χανανὰ καὶ Ζαιθὰν καὶ Θαρσὶ καὶ Ἀχισαάρ.

11πάντες οὗτοι υἱοὶ Ἰαδιήλ, ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι, ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν.

12καὶ Σαπφὶν καὶ Ἀπφὶν καὶ υἱοὶ Ραώμ· υἱὸς αὐτοῦ Ἀέρ.

13υἱοὶ Νεφθαλί· Ἰασιήλ, Γωνὶ καὶ Ἰσσιὴρ καὶ Σαλλούρ, υἱοὶ Βαλαά.

14υἱοὶ Μανασσῆ· Ἀσεριήλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα· ἔτεκε δὲ αὐτῷ καὶ Μαχὶρ πατέρα Γαλαάδ.

15καὶ Μαχὶρ ἔλαβε γυναῖκα τῷ Ἀμφὶν καὶ Μαμφίν· καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχά. καὶ ὄνομα τῷ δευτέρῳ Σαλπαάδ, καὶ ἐγεννήθησαν τῷ Σαλπαὰδ θυγατέρες.

16καὶ ἔτεκε Μοωχὰ γυνὴ Μαχὶρ υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές, καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σόρος· υἱοὶ αὐτοῦ Οὐλὰμ καὶ Ροκόμ.

17καὶ υἱοὶ Οὐλάμ, Βαδάν. οὗτοι υἱοὶ Γαλαὰδ υἱοῦ Μαχὶρ υἱοῦ Μανασσῆ.

18καὶ ἡ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχὲθ ἔτεκε τὸν Ἰσαδὲκ καὶ τὸν Ἀβιέζερ καὶ τὸν Μαελά.

19καὶ ἦσαν υἱοὶ Σεμιρά· Ἰααὶμ καὶ Συχὲμ καὶ Λαχὶμ καὶ Ἀνιάν.

20καὶ υἱοὶ Ἐφραίμ· Σωθαλὰ καὶ Βαρὰδ υἱὸς αὐτοῦ καὶ Θαὰθ υἱὸς αὐτοῦ, Ἐλεαδὰ υἱὸς αὐτοῦ, Νομεὲ υἱὸς αὐτοῦ,

21Ζαβὲδ υἱὸς αὐτοῦ, Σωθελὲ υἱὸς αὐτοῦ καὶ Ἀζὲρ καὶ Ἐλεάδ. καὶ ἀπέκτειναν αὐτοὺς οἱ ἄνδρες Γὲθ οἱ τεχθέντες ἐν τῇ γῇ, ὅτι κατέβησαν τοῦ λαβεῖν τὰ κτήνη αὐτῶν.

22καὶ ἐπένθησεν Ἐφραὶμ ὁ πατὴρ αὐτῶν ἡμέρας πολλάς, καὶ ἦλθον οἱ ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν.

23καὶ εἰσῆλθε πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βαραγά, ὅτι ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου.

24καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν κάτω καὶ τὴν ἄνω. καὶ υἱοὶ Ὀζάν· Σεηρά,

25καὶ Ραφὴ υἱοὶ αὐτοῦ, Σαρὰφ καὶ Θαλεὲς υἱοὶ αὐτοῦ, Θαὲν υἱὸς αὐτοῦ.

26τῷ Λααδὰν υἱῷ αὐτοῦ υἱὸς Ἀμιούδ, Ἐλισαμαΐ υἱὸς αὐτοῦ,

27Νοὺμ υἱὸς αὐτοῦ, Ἰησουὲ υἱὸς αὐτοῦ.

28καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν· Βαιθὴλ καὶ αἱ κῶμαι αὐτῆς, κατ᾿ ἀνατολὰς Νοαράν, πρὸς δυσμαῖς Γαζὲρ καὶ αἱ κῶμαι αὐτῆς· καὶ Συχὲμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιὰν καὶ αἱ κῶμαι αὐτῆς.

29καὶ ἕως ὁρίων υἱῶν Μανασσῆ· Βαιθσαὰν καὶ αἱ κῶμαι αὐτῆς, Θαανὰχ καὶ αἱ κῶμαι αὐτῆς, Μαγεδδὼ καὶ αἱ κῶμαι αὐτῆς, Δὼρ καὶ αἱ κῶμαι αὐτῆς. ἐν ταύταις κατῴκησαν υἱοὶ Ἰωσὴφ υἱοῦ Ἰσραήλ.

30υἱοὶ Ἀσήρ· Ἰεμνὰ καὶ Σουΐα. καὶ Ἰσουΐ καὶ Βεριὰ καὶ Σορὲ ἀδελφὴ αὐτῶν.

31καὶ υἱοὶ Βεριά· Χάβερ καὶ Μελχιήλ, οὗτος πατὴρ Βερζαΐθ.

32καὶ Χάβερ ἐγέννησε τὸν Ἰαφλὴτ καὶ τὸν Σαμὴρ καὶ τὸν Χωθὰμ καὶ τὴν Σωλὰ ἀδελφὴν αὐτῶν.

33καὶ υἱοὶ Ἰαφλήτ· Φασὲκ καὶ Βαβαὴλ καὶ Ἀσίθ· οὗτοι υἱοὶ Ἰαφλήτ.

34καὶ υἱοὶ Σεμμήρ· Ἀχιουραογὰ καὶ Ὀβὰ καὶ Ἀρὰμ

35καὶ Βανηελάμ· ἀδελφοὶ αὐτοῦ Σοφὰ καὶ Ἰμανὰ καὶ Σελλὴς καὶ Ἀμάλ.

36υἱοὶ Σωφά· Σουὲ καὶ Ἀρναφὰρ καὶ Σουδὰ καὶ Βαρὶν καὶ Ἰμρὰν

37καὶ Σοβὰλ καὶ Ὢδ καὶ Σεμμὰ καὶ Σαλισὰ καὶ Ἰεθρὰν καὶ Βεηρά.

38καὶ υἱοὶ Ἰεθήρ· Ἰεφινὰ καὶ Φασφὰ καὶ Ἀρά.

39καὶ υἱοὶ Ὡλά· Ὀρέχ, Ἀνιὴλ καὶ Ρασιά.

40πάντες οὗτοι υἱοὶ Ἀσήρ, πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει, ἄρχοντες ἡγούμενοι· ὁ ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν, ἀριθμὸς αὐτῶν ἄνδρες εἰκοσιὲξ χιλιάδες.

← 1 Chronicles 6Read In The App, Free →1 Chronicles 8 →

Study 1 Chronicles 7

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

1234567891011121314151617181920212223242526272829